Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.210 Joseph. AJ 11.215 (English) >>Joseph. AJ 11.220

11.213τοῦτο τὸ ἔθνος, εἴ τινα θέλεις τοῖς ὑπηκόοις εὐεργεσίαν καταθέσθαι, κελεύσεις πρόρριζον ἀπολέσθαι μηδέ τι αὐτοῦ λείψανον καταλιπεῖν μήτʼ εἰς δουλείαν τινῶν φυλαχθέντων μήτε αἰχμαλωσίᾳ. 11.214ἵνα μέντοι μὴ ζημιωθῇς τοὺς φόρους τοὺς παρʼ αὐτῶν γινομένους, ἐκ τῆς ἰδίας οὐσίας αὐτὸς ἐπηγγείλατο μυριάδας δώσειν ταλάντων ἀργυρίου τέσσαρας, ὅπου ἂν κελεύσῃ. ταῦτα δὲ τὰ χρήματα παρέχειν ἡδέως ἔλεγεν, ἵνʼ ἀπὸ τούτων εἰρηνευθῇ τῶν κακῶν βασιλεία. 11.215

Ταῦτα τοῦ Ἀμάνου ἀξιώσαντος βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε ποιεῖν αὐτοὺς τι βούλεται. τυχὼν δὲ ὧν ἐπεθύμει Ἀμάνης παραχρῆμα πέμπει διάταγμα ὡς τοῦ βασιλέως εἰς ἅπαντα τὰ ἔθνη περιέχον τοῦτον τὸν τρόπον· 11.216βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑπτὰ καὶ εἴκοσι καὶ ἑκατὸν σατραπειῶν ἄρχουσι τάδε γράφει. πολλῶν ἐθνῶν ἄρξας καὶ πάσης ἧς ἐβουλήθην κρατήσας οἰκουμένης καὶ μηδὲν ὑπὸ τῆς ἐξουσίας ὑπερήφανον μηδὲ σκαιὸν εἰς τοὺς ἀρχομένους ἀναγκασθεὶς ἁμαρτεῖν, ἀλλʼ ἐπιεικῆ καὶ πρᾷον ἐμαυτὸν παρασχὼν καὶ προνοησάμενος εἰρήνης καὶ εὐνομίας αὐτοῖς, ἐζήτουν πῶς εἰς ἅπαντα τούτων ἀπολαύειν αὐτοῖς γένοιτο. 11.217τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.210 Joseph. AJ 11.215 (English) >>Joseph. AJ 11.220

Powered by PhiloLogic